110. Αληθώς Ανέστη ο Κύριος

Ανάστασιν Χριστού θεασάμενοι, προσκυνήσωμεν άγιον Κύριον, Ιησούν τόν μόνον αναμάρτητον. Τόν σταυρόν σου, Χριστέ, προσκυνούμεν, και τήν αγίαν σου ανάστασιν υμνούμεν και δοξάζομεν· συ γαρ ει Θεός ημών, εκτός σου άλλον ουκ οίδαμεν, το όνομά σου ονομάζομεν. Δεύτε πάντες οι πιστοί, προσκυνήσωμεν τήν του Χριστού αγίαν ανάστασιν· ιδού γαρ ήλθε διά του σταυρού, χαρά εν όλω τω κόσμω. Διά παντός ευλογούντες τόν Κύριον, υμνούμεν τήν ανάστασιν αυτού. Σταυρόν γαρ υπομείνας δι ημάς, θανάτω θάνατον ώλεσεν

Ὅποιος εἶναι εὐσεβής καί φιλόθεος, ἄς ἀπολαύσει τήν ὡραία καί λαμπρή αὐτή ἑορτή. Ὅποιος δοῦλος ἔχει διαθέσεις ἀγαθές, ἄς εἰσέλθει στή χαρά, γεμᾶτος μέ εὐφροσύνη πού χαρίζει ὁ ἀναστημένος Κύριός του. Ὅποιος καταπονήθηκε μέ τή νηστεία, ἄς ἀπολαύσει τώρα τήν ἀμοιβή του. Ὅποιος ἀπό τήν ἕκτη ὥρα ὑπηρέτησε τόν Κύριο, ἄς πάρει σήμερα τήν ἀμοιβή πού δικαιοῦται. Ὅποιος προσῆλθε στή ζωή τῆς Ἐκκλησίας μετά τήν ἐνάτη, ἄς πάρει κι αὐτός πρόθυμα μέρος στήν Ἀναστάσιμη γιορτή. Ὅποιος προσῆλθε μετά τήν δωδεκάτην, ἄς μήν ἔχει καμμιά ἀμφιβολία˙ καθόλου δέν θά τιμωρηθεῖ. Ὅποιος καθυστέρησε κι ἦρθε μετά τήν τρίτην, ἄς πλησιάσει τόν Κύριο χωρίς κανένα δισταγμό καί φόβο.

…δέχεται καί τόν τελευταῖο, μέ τήν ἴδια προθυμία πού εἶχε δεχτεῖ καί τόν πρῶτο. Χαρίζει ἀνάπαυση καί εἰρήνη σ’ ἐκεῖνον πού ἔφτασε ἀργά, ὅπως ἀκριβῶς κάνει καί μέ τόν πρῶτο. Ἐλεεῖ κι ἐκεῖνον πού ἔφτασε τελευταῖος, ἀλλά περιποιεῖται κι ἐκεῖνον πού πρῶτος ἦρθε.

Εἰσέλθετε λοιπόν ὅλοι στή χαρά τοῦ Κυρίου σας. Καί ἐκεῖνοι πού πρῶτοι φτάσατε κι ὅσοι ἤρθατε δεύτεροι, λάβετε τόν μισθόν σας. Πλούσιοι καί φτωχοί πανηγυρίστε. Οι εγκρατείς , ἀλλά κι ἐκεῖνοι πού ἔχετε βραδυπορήσει στήν ἐργασία τῶν ἐντολῶν τιμῆστε τήν σημερινή ἡμέρα.Ὅσοι νηστέψατε καί ἐκεῖνοι πού δέν νηστέψατε, εὐφρανθεῖτε σήμερα. Δέν ἐπιτρέπεται λοιπόν νά φύγει κάποιος πεινασμένος. Ὅλοι ἀπολαύστε τό Συμπόσιο πού παρατίθεται γιά τούς πιστούς. Ὅλοι ἀπολαύστε τά θεῖα δῶρα πού προσφέρει ἡ Θεία ἀγαθοσύνη. Κανένας πιά νά μή θρηνεῖ τή φτώχεια του, γιατί τώρα ἔγινε φανερή ἡ Βασιλεία τοῦ Θεοῦ, ἐκείνη πού προσφέρεται σ’ ὅλους ἐξίσου. Κανένας νά μήν κλαίει πιά τά πταίσματά του, γιατί συγχώρεσή μας εἶναι ὁ Ἀναστημένος.

…Ποῦ εἶναι λοιπόν ἅδη ἡ νίκη σου; Ἀναστήθηκε ὁ Χριστός καί ἔχεις πιά ὁριστικά κατανικηθεῖ. Ἀναστήθηκε ὁ Χριστός καί οἱ δαίμονες ἔχουν στά βάραθρα τῆς ἀπώλειας γκρεμιστεῖ. Ἀναστήθηκε ὁ Χριστός καί χαίρουν οἱ Ἄγγελοι. Ἀναστήθηκε ὁ Χριστός καί ἡ ζωή παντοῦ βασιλεύει. Ἀναστήθηκε ὁ Χριστός καί δέν θά μείνει πιά κανένας νεκρός στό μνῆμα.

Κατηχητικός Λόγος του Αγίου Ιωάννη του Χρυσοστόμου :

Εἴ τις εὐσεβής καί φιλόθεος, ἀπολαυέτω τῆς καλῆς ταύτης καί λαμπρᾶς πανηγύρεως. Εἴ τις εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τήν χαράν τοῦ Κυρίου αὐτοῦ. Εἴ τις ἔκαμε νηστεύων, ἀπολαυέτω νῦν τό δηνάριον. Εἴ τις ἀπό τῆς πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τό δίκαιον ὄφλημα. Εἴ τις μετά τήν τρίτην ἦλθεν, εὐχαρίστως ἑορτασάτω. Εἴ τις μετά τήν ἕκτην ἔφθασε, μηδέν ἀμφιβαλλέτω˙ καί γάρ οὐδέν ζημειοῦται. Εἴ τις ὑστέρησεν εἰς τήν ἐνάτην, προσελθέτω, μηδέν ἐνδοιάζων.

Εἴ τις εἰς μόνην ἔφθασε τήν ἐνδεκάτην, μή φοβηθῆ τήν βραδύτητα˙ φιλότιμος γάρ ὤν ὁ Δεσπότης, δέχεται τόν ἔσχατον καθάπερ καί τόν πρῶτον˙ ἀναπαύει τόν τῆς ἐνδεκάτης, ὡς τόν ἐργασάμενον ἀπό τῆς πρώτης˙ καί τόν ὕστερον ἐλεεῖ καί τόν πρῶτον θεραπεύει˙ κακείνω δίδωσι καί τούτω χαρίζεται˙ καί τά ἔργα δέχεται καί τήν γνώμην ἀσπάζεται˙ καί τήν πρᾶξιν τιμᾶ καί τήν πρόθεσιν ἐπαινεῖ. Οὐκοῦν εἰσέλθετε πάντες εἰς τήν χαράν τοῦ Κυρίου ὑμῶν˙ καί πρῶτοι καί δεύτεροι τόν μισθόν ἀπολαύετε. Πλούσιοι καί πένητες μετ’ ἀλλήλων χορεύσατε˙ ἐγκρατεῖς καί ράθυμοι τήν ἡμέραν τιμήσατε˙ νηστεύσαντες καί μή νηστεύσαντες, εὐφράνθητε σήμερον. Ἡ τράπεζα γέμει, τρυφήσατε πάντες. Ὁ μόσχος πολύς, μηδείς ἐξέλθη πεινῶν. Πάντες ἀπολαύσατε τοῦ συμποσίου τῆς πίστεως˙ πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος. Μηδείς θρηνείτω πενίαν˙ ἐφάνη γάρ ἡ κοινή Βασιλεία. Μηδείς ὀδυρέσθω πταίσματα˙ συγνώμη γάρ ἐκ τοῦ τάφου ἀνέτειλε. Μηδείς φοβείσθω θάνατον˙ ἠλευθέρωσε γάρ ἡμᾶς ὁ τοῦ Σωτῆρος θάνατος. Ἔσβεσεν αὐτόν, ὑπ’ αὐτοῦ κατεχόμενος. Ἐσκύλευσε τόν ἅδην ὁ κατελθών εἰς τόν ἅδην. Ἐπίκρανεν αὐτόν, γευσάμενον τῆς σαρκός αὐτοῦ. Καί τοῦτο προλαβών Ἠσαϊας ἐβόησεν˙ ὁ ἅδης φησίν, ἐπικράνθη, συναντήσας σοι κάτω.

Ἐπικράνθη˙ καί γάρ κατηργήθη. Ἐπικράνθη˙ καί γάρ ἐνεπαίχθη. Ἐπικράνθη˙ καί γάρ ἐνεκρώθη. Ἐπικράνθη˙ καί γάρ καθηρέθη. Ἐπικράνθη˙ καί γάρ ἐδεσμεύθη. Ἔλαβε σῶμα καί Θεῶ περιέτυχεν. Ἔλαβε γῆν καί συνήντησεν οὐρανῶ. Ἔλαβεν ὅπερ ἔβλεπε καί πέπτωκεν ὅθεν οὐκ ἔβλεπε.

Ποῦ σου, θάνατε, τό κέντρον; Ποῦ σου, ἅδη, τό νῖκος; Ἀνέστη Χριστός καί σύ καταβέβλησαι. Ἀνέστη Χριστός καί πεπτώκασι δαίμονες. Ἀνέστη Χριστός καί χαίρουσιν ἄγγελοι. Ἀνέστη Χριστός, καί ζωή πολιτεύεται. Ἀνέστη Χριστός καί νεκρός οὐδείς ἐπί μνήματος. Χριστός γάρ ἐγερθείς ἐκ νεκρῶν, ἀπαρχή τῶν κεκοιμημένων ἐγένετο. Αὐτῶ ἡ δόξα καί τό κράτος εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

xartografos

Advertisements
This entry was posted in ΧΡΙΣΤΙΑΝΙΚΕΣ ΓΡΑΦΕΣ. Bookmark the permalink.

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s